Τρίτη 26 Νοεμβρίου 2013

ΟΣΙΟΣ ΣΤΥΛΙΑΝΟΣ Ο ΠΑΦΛΑΓΩΝ




Στήλη ἐμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς ἐκκλησίαςε, Στυλιανέ, ἀνεδείχθης, μακάριε. Τὸν γὰρ σὸν πλοῦτον σκορπίσας τοῖς πένησιν, ἐν οὐρανοῖς ἐκομίσω τὸν ἄφθαρτον, καὶ ἐγκρατείᾳ καὶ πόνοις, πανόλβιε, χάριν εἴληφας νηπίων προστάτης γενόμενος καὶ φύλαξ νεογνῶν ἀπροσμάχητος.

Δευτέρα 25 Νοεμβρίου 2013

ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ



Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερίναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, ῥητόρων τὴν γνῶσιν καταπτύσασα.